Page 64 - dimkoutroumpas
P. 64
 Η Οδοντιατρική στον Αρχαίο κόσμο    παρενθέσεων τα δανειζόμενα χωρία της ιπποκρατικής πραγματείας σύμφωνα με τη στερεότυπη έκδοση του Littré . Περὶ γνάθου ῾Επομένως δὲ ὁ ῾Ιπποκράτης περὶ ἐξαρθρήσεως γνάθου, τῆς δὴ σιαγόνος ὑπό τινων λεγομένης, διὰ τούτων κατακεχώρικεν (IV 140,5 - 7 Littré)· γνάθος δὲ ὀλίγοις ἤδη τελέως ἐξήρθρησεν. ὀστέον γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ πεφυκότι. καὶ προβὰς ἐπιλέγει· (IV 140,10 Littré) ἐκπέσοι δ᾿ ἂν ἀπ᾿ οὐδενὸς ἄλλου σχήματος ἢ ἀπὸ τοῦ μέγα χανόντα μετάγειν τὴν γένυν ἐπὶ θάτερα. εἶτεν μετ᾿ ὀλίγους ἀριθμοὺς τά τε σημεῖα τὰ παρακολουθοῦντα καὶ τὸν καταρτισμὸν οὕτω παρέστακεν· (IV 142,16 – 144,18 Littré) περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτει μὲν γνάθος ὀλιγάκις ἐν χασμήσει. δῆλος μὲν οὖν τοῖσδε μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ. προίσχεται γὰρ ἡ κάτω γνάθος εἰς τὸ ἔμπροσθεν καὶ παρῆκται ἐναντία τοῦ ὀλισθήματος, καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρὸν γίνεται παρὰ τὴν ἄνω γνάθον, καὶ χαλεπῶς συμβάλλουσιν τὰς γνάθους. τούτοις ἐμβολὴ πρόδηλος, οἵη τις. χρὴ γὰρ τὸν μὲν κατέχειν τὴν κεφαλήν, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖς δακτύλοις κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου, ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινεῖν τὴν γνάθον χρόνον τινὰ καί τι παράγοντα τῇ χειρί, καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον συμπαράγειν καὶ συνδιδόναι ὡς μάλιστα, ἔπειτα ἐξαπίνης σπάσαι εἰς τοὐπίσω καὶ ἀναλήψει γενείου τρισὶν ὁμοῦ σχήμασιν προσέχοντα τὸν νοῦν. δεῖ μὲν γὰρ παράγε[νε]σθαι ἐκ τῆς διαστροφῆς εἰς τὴν φύσιν ἑπόμενον τούτοις καὶ συμβάλλειν τὰς γνάθους καὶ μὴ χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ᾿ ἄλλων σχημάτων. καὶ οὕτως πάλιν· (IV 144,19 – 146,3 Littré) ἀσφα|λέστερον δὲ χειρουργεῖν ἐστιν ὕπτιον κατακλίνοντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑποκλίνῃ. προσκατέχειν χρὴ δέ τινα τὴν κεφαλὴν τοῦ ἰωμένου. ἢν δὲ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. συμβάλλειν δὲ ἧσσον ἔτι οὗτοι τὸ στόμα δύνανται. καὶ προπετέστεραι δὲ γένυες τούτοις, ἀστραβεῖς δέ. ταῦτα ἀναγκαῖον ἦν καταχωρίσαι χάριν τοῦ μηδέν σε τῶν περὶ ἄρθρων λεγομένων διαλαθεῖν 212 . [Περί γνάθου Στη συνέχεια ο Ιπποκράτης σχετικά με το εξάρθρημα της γνάθου, που από μερικούς ονομάζεται ως γνωστόν σιαγόνα, έχει καταχωρίσει τα εξής: (IV 140,10 Littré) Η κάτω γνάθος                                                              212 Ἀπολλωνίου Κιτιέως, Περὶ ἄρθρων πραγματεία (48 – 50 Kudlien). 50  
   59   60   61   62   63   64   65   66   67   68   69